Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.250 Joseph. AJ 2.255 (English) >>Joseph. AJ 2.260

2.253προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. 2.254

Οἱ δʼ ἐξ ὧν ἐσώζοντο ὑπὸ Μωυσέος μῖσος ἐκ τούτων πρὸς αὐτὸν ἀνελάμβανον καὶ θερμότερον ἅπτεσθαι τῶν κατʼ αὐτοῦ βουλευμάτων ἠξίουν, ὑπονοοῦντες μὲν μὴ διὰ τὴν εὐπραγίαν νεωτερίσειε κατὰ τὴν Αἴγυπτον, διδάσκοντες δὲ τὸν βασιλέα περὶ τῆς σφαγῆς. 2.255 δὲ καὶ καθʼ αὑτὸν μὲν εἶχε τὴν τοῦ πράγματος ἐπίνοιαν ὑπό τε φθόνου τῆς Μωυσέος στρατηγίας καὶ ὑπὸ δέους ταπεινώσεως, ἐπειχθεὶς δʼ ὑπὸ τῶν ἱερογραμματέων οἷός τε ἦν ἐγχειρεῖν τῇ Μωυσέος ἀναιρέσει. 2.256φθάσας δὲ τὴν ἐπιβουλὴν καταμαθεῖν λαθὼν ὑπέξεισι· καὶ τῶν ὁδῶν φυλαττομένων ποιεῖται διὰ τῆς ἐρήμου τὸν δρασμὸν καὶ ὅθεν ἦν ὑπόνοια μὴ λαβεῖν τοὺς ἐχθρούς, ἄπορός τε ὢν τροφῆς ἀπηλλάττετο τῇ καρτερίᾳ καταφρονῶν, 2.257εἴς τε πόλιν Μαδιανὴν ἀφικόμενος πρὸς μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ κειμένην ἐπώνυμον δʼ ἑνὸς τῶν Ἁβράμῳ γενομένων ἐκ Κατούρας υἱῶν, καθεσθεὶς ἐπί τινος φρέατος ἐκ τοῦ κόπου καὶ τῆς ταλαιπωρίας ἠρέμει μεσημβρίας οὔσης οὐ πόρρω τῆς πόλεως. ἐνταῦθʼ αὐτῷ συνέβη καὶ πρᾶξις ἐκ διαίτης τῶν αὐτόθι συστήσασα τὴν ἀρετὴν αὐτοῦ καὶ πρὸς τὸ κρεῖττον ἀφορμὴν παρασχοῦσα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.250 Joseph. AJ 2.255 (English) >>Joseph. AJ 2.260

Powered by PhiloLogic